Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.235 Joseph. AJ 2.240 (English) >>Joseph. AJ 2.245

2.238

Μωυσῆς μὲν τῷ προειρημένῳ τρόπῳ γεννηθείς τε καὶ τραφεὶς καὶ παρελθὼν εἰς ἡλικίαν φανερὰν τοῖς Αἰγυπτίοις τὴν ἀρετὴν ἐποίησε καὶ τὸ ἐπὶ ταπεινώσει μὲν τῇ ἐκείνων, ἐπʼ αὐξήσει δὲ τῶν Ἑβραίων γεγονέναι τοιαύτης ἀφορμῆς λαβόμενος· 2.239Αἰθίοπες, πρόσοικοι δʼ εἰσὶ τοῖς Αἰγυπτίοις, ἐμβαλόντες εἰς χώραν αὐτῶν ἔφερον καὶ ἦγον τὰ τῶν Αἰγυπτίων. οἱ δʼ ὑπʼ ὀργῆς στρατεύουσιν ἐπʼ αὐτοὺς ἀμυνούμενοι τῆς καταφρονήσεως, καὶ τῇ μάχῃ κρατηθέντες οἱ μὲν αὐτῶν ἔπεσον οἱ δʼ αἰσχρῶς εἰς τὴν οἰκείαν διεσώθησαν φυγόντες. 2.240ἐπηκολούθησαν δὲ διώκοντες Αἰθίοπες καὶ μαλακίας ὑπολαβόντες τὸ μὴ κρατεῖν ἁπάσης τῆς Αἰγύπτου τῆς χώρας ἐπὶ πλεῖον ἥπτοντο καὶ γευσάμενοι τῶν ἀγαθῶν οὐκέτʼ αὐτῶν ἀπείχοντο, ὡς δὲ τὰ γειτνιῶντα μέρη πρῶτον αὐτοῖς ἐπερχομένων οὐκ ἐτόλμων ἀντιστρατεύειν, προύβησαν ἄχρι Μέμφεως καὶ τῆς θαλάσσης οὐδεμιᾶς τῶν πόλεων ἀντέχειν δυνηθείσης. 2.241τῷ δὲ κακῷ πιεζόμενοι πρὸς χρησμοὺς Αἰγύπτιοι καὶ μαντείας τρέπονται· συμβουλεύσαντος δʼ αὐτοῖς τοῦ θεοῦ συμμάχῳ χρήσασθαι τῷ Ἑβραίῳ κελεύει βασιλεὺς τὴν θυγατέρα παρασχεῖν τὸν Μωυσῆν στρατηγὸν αὐτῷ γενησόμενον. 2.242 δὲ ὅρκους ποιησαμένῳ, ὥστε μηδὲν διαθεῖναι κακόν, παραδίδωσιν ἀντὶ μεγάλης μὲν εὐεργεσίας κρίνουσα τὴν συμμαχίαν, κακίζουσα δὲ τοὺς ἱερέας, εἰ κτεῖναι προαγορεύσαντες αὐτὸν ὡς πολέμιον οὐκ ᾐδοῦντο νῦν χρῄζοντες αὐτοῦ τῆς ἐπικουρίας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.235 Joseph. AJ 2.240 (English) >>Joseph. AJ 2.245

Powered by PhiloLogic